Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·
  2. οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.
  3. ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην
  4. ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.
  5. ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.