Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;
  • καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα
  • βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.
  • πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,
  • οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·
  • οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες
  • ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.