Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
  2. ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
  3. ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·
  4. πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
  5. ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι
  6. ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;
  7. καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα
  8. βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.