Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν
  2. ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε
  3. ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
  4. ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
  5. ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·
  6. πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
  7. ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι
  8. ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;