Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,
  2. βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,
  3. πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·
  4. ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν
  5. ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε
  6. ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
  7. ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
  8. ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·
  9. πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
  10. ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι
  11. ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;