Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,
  2. κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.
  3. ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,
  4. τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.
  5. τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας
  6. βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι
  7. χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.
  8. εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
  9. ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  10. οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  11. ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ
  12. ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.
  13. αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·
  14. ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ
  15. ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.
  16. δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο