Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,
  2. οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,
  3. ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,
  4. οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.
  5. ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,
  6. εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,
  7. ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,