δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτονήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκταιδώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιοἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαιμητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖραςβάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαιχαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι