Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
- ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
- ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
- ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·
- ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
- οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
- βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
- ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον
- Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.
- ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.
- καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,
- ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,
- ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.
- ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα
- πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
- δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
- αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·
- ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,
- τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.
- ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς
- ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.
- αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,
- καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι
- δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.
- ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο
- νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
- δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο
- ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,
- ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι
- μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,
- ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,
- κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.
- ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,
- τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.
- τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας
- βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι
- χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.
- εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
- ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
- οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
- ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ
- ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.
- αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·
- ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ
- ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.
- δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
- ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.
- αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
- κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·
- νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας
- ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.
- δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.
- ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
- αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα
- πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν
- ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
- ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,
- κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.
- ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,
- στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς
- ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης
- ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.
- αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ
- γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,
- τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·
- Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν
- Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·
- ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
- ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
- καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη
- πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,
- μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
- κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.
- ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
- ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,
- παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
- στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·
- ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
- Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;
- καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω
- τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα
- ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
- τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
- τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
- δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
- ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,
- μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.
- οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,
- οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.
- νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι
- λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·
- τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.
- ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
- καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
- τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
- ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη
- εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
- θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.
- θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
- αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
- ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
- ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,
- τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·
- οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις
- πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας
- δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ
- τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
- ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
- δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
- Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
- τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.
- Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων