Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
  • τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω
  • μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·
  • καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·
  • τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
  • ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
  • ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
  • ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·
  • ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
  • οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
  • βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
  • ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον
  • Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.
  • ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.
  • καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,
  • ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,
  • ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.
  • ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα
  • πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
  • δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου