Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν
- ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.
- ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει
- ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.
- ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·
- καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα
- ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·
- ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
- πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.
- ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ
- ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι
- ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
- καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν
- ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.
- ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
- Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
- ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ
- δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη
- πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·
- τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
- ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.
- αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε
- Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,
- βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,
- πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·
- ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν
- ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε
- ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
- ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
- ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·
- πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
- ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι
- ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;
- καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα
- βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.
- πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,
- οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·