σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴνἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνειἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχισταἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμονπάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσιζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσινἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.