ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσωμωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τεξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸςἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθενοὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρενἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμονΦαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.