Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,
  2. σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν
  3. ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.
  4. ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει
  5. ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.
  6. ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·
  7. καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα
  8. ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·
  9. ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
  10. πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.
  11. ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ
  12. ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι
  13. ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
  14. καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν
  15. ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.
  16. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  17. Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
  18. ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ
  19. δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη
  20. πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·
  21. τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
  22. ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.
  23. αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε
  24. Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,
  25. βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,
  26. πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·
  27. ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν
  28. ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε
  29. ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
  30. ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
  31. ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·
  32. πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
  33. ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι
  34. ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;
  35. καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα
  36. βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.
  37. πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,
  38. οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·
  39. οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες
  40. ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.
  41. ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι
  42. πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·
  43. οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.
  44. ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην
  45. ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.
  46. ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.
  47. οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην
  48. ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·
  49. κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.
  50. καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,
  51. μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν
  52. παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν
  53. ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.
  54. δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
  55. ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.
  56. ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,
  57. μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν.
  58. αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν,
  59. οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
  60. αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο,
  61. ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ
  62. καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,
  63. ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.
  64. καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα
  65. τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης
  66. εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,
  67. στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.
  68. αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,
  69. ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα
  70. λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.
  71. αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ
  72. δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,
  73. εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
  74. αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,
  75. σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·
  76. τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
  77. οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,
  78. ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
  79. τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·
  80. τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
  81. ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·
  82. πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
  83. ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·
  84. ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
  85. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι
  86. ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,
  87. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,
  88. ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην,
  89. ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
  90. σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·