ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξανκαρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργοςὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαιεἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω