Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.
  2. ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  3. πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.
  4. ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς
  5. ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
  6. αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·
  7. εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,
  8. ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,
  9. ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  10. ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω
  11. πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι
  12. πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
  13. ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
  14. ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,
  15. τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν
  16. καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.
  17. αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος
  18. ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,
  19. λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι
  20. εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
  21. ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,
  22. ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.
  23. ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
  24. πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.
  25. οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,
  26. ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
  27. ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
  28. τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω
  29. μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·
  30. καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·
  31. τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
  32. ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
  33. ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
  34. ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·
  35. ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
  36. οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
  37. βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
  38. ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον
  39. Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.
  40. ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.
  41. καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,
  42. ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,
  43. ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.
  44. ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα
  45. πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
  46. δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
  47. αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·
  48. ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,
  49. τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.
  50. ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς
  51. ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.
  52. αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,
  53. καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι
  54. δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.
  55. ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο
  56. νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
  57. δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο
  58. ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,
  59. ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι
  60. μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,
  61. ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,
  62. κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.
  63. ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,
  64. τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.
  65. τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας
  66. βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι
  67. χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.
  68. εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
  69. ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  70. οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  71. ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ
  72. ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.
  73. αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·
  74. ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ
  75. ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.
  76. δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
  77. ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.
  78. αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
  79. κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·
  80. νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας
  81. ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.
  82. δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.
  83. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
  84. αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα
  85. πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν
  86. ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
  1. ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,
  2. κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.
  3. ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,
  4. στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς
  5. ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης
  6. ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.
  7. αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ
  8. γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,
  9. τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·
  10. Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν
  11. Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·
  12. ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
  13. ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
  14. καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη
  15. πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,
  16. μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
  17. κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.
  18. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
  19. ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,
  20. παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
  21. στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·
  22. ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
  23. Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;
  24. καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω
  25. τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα
  26. ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
  27. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  28. τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
  29. δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
  30. ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,
  31. μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.
  32. οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,
  33. οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.
  34. νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι
  35. λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·
  36. τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.
  37. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  38. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  39. τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
  40. ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη
  41. εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
  42. θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.
  43. θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
  44. αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
  45. ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
  46. ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,
  47. τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·
  48. οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις
  49. πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας
  50. δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ
  51. τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
  52. ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
  53. δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
  54. Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
  55. τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.
  56. Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
  57. γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,
  58. ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
  59. ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
  60. ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·
  61. τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα