Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.
  2. οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,
  3. Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·
  4. πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,
  5. νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
  6. αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
  7. ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.
  8. ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.
  9. ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  10. πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.
  11. ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς
  12. ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
  13. αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·
  14. εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,
  15. ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,
  16. ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  17. ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω
  18. πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι
  19. πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
  20. ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
  21. ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,
  22. τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν
  23. καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.
  24. αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος
  25. ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,
  26. λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι
  27. εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
  28. ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,
  29. ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.
  30. ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
  31. πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.
  32. οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,
  33. ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
  34. ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
  35. τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω
  36. μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·
  37. καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·
  38. τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
  39. ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
  40. ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
  41. ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·
  42. ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
  43. οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
  44. βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
  45. ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον
  46. Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.
  47. ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.
  48. καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,
  49. ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,
  50. ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.
  51. ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα
  52. πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
  53. δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
  54. αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·