Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.
  • οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,
  • Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·
  • πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,
  • νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
  • αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
  • ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.
  • ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.