Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,
  2. τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα
  3. μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
  4. οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
  5. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
  6. ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
  7. τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
  8. ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.