Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ.
  2. αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς
  3. ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,
  4. ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
  5. αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν,
  6. ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,
  7. τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα
  8. μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος