Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,
- τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
- ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.
- ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
- λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.
- ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,
- κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν
- Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·
- πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,
- δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
- ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.
- δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·
- ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς
- ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ
- χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.
- ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ
- γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.
- ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ.
- αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς
- ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,
- ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
- αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν,
- ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,
- τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα
- μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
- οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
- ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
- ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
- τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
- ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
- ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
- κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.
- δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·
- κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.
- οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,
- Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·
- πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,
- νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
- αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
- ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.
- ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.
- ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
- πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.
- ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς
- ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
- αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·
- εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,
- ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,
- ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω
- πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι
- πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
- ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
- ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,
- τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν
- καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.
- αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος
- ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,
- λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι
- εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
- ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,
- ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.
- ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
- πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.
- οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,
- ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
- ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
- τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω
- μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·
- καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·
- τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
- ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
- ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
- ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·
- ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
- οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
- βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
- ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον
- Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.
- ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.
- καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,
- ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,
- ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.
- ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα
- πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
- δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
- αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·
- ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,
- τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.
- ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς