Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,
  2. ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
  3. ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,
  4. τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
  5. ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.
  6. ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
  7. λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.
  8. ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,