Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;
  2. οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
  3. ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
  4. δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.
  5. οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,
  6. ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
  7. ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,
  8. τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
  9. ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.
  10. ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
  11. λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.
  12. ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,
  13. κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν
  14. Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·
  15. πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,
  16. δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
  17. ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.
  18. δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·
  19. ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς
  20. ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ
  21. χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.
  22. ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ
  23. γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.
  24. ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ.
  25. αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς
  26. ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,
  27. ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
  28. αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν,
  29. ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,
  30. τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα
  31. μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
  32. οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
  33. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
  34. ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
  35. τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
  36. ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
  37. ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
  38. κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.
  39. δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·
  40. κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.
  41. οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,
  42. Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·
  43. πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,
  44. νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
  45. αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
  46. ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.
  47. ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.
  48. ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  49. πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.
  50. ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς
  51. ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
  52. αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·
  53. εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,
  54. ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,
  55. ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  56. ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω
  57. πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι
  58. πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
  59. ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
  60. ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,
  61. τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν
  62. καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.
  63. αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος
  64. ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,
  65. λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι
  66. εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
  67. ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,
  68. ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.
  69. ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
  70. πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.
  71. οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,
  72. ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
  73. ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
  74. τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω
  75. μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·
  76. καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·
  77. τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
  78. ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
  79. ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
  80. ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·
  81. ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
  82. οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
  83. βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
  84. ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον
  85. Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.
  86. ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.
  87. καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,
  88. ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,
  89. ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.
  90. ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα
  91. πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
  92. δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
  93. αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·
  94. ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,
  95. τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.
  96. ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς
  97. ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.
  98. αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,
  99. καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι
  100. δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.
  101. ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο
  102. νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
  103. δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο
  104. ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,
  105. ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι
  106. μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,
  107. ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,
  108. κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.
  109. ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,