Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη
  2. βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,
  3. οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,
  4. ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,
  5. οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.
  6. ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,