Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
  2. οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
  3. ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.
  4. ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.
  5. Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
  6. εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
  7. τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.
  8. ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·