Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.
  2. ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,
  3. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,
  4. εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,
  5. ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.
  6. τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  7. Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο μήτηρ;
  8. εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,
  9. σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν