Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
  2. σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.
  3. ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,
  4. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,
  5. εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,
  6. ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.
  7. τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  8. Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο μήτηρ;
  9. εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,
  10. σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν
  11. ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.
  12. ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει
  13. ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.
  14. ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·
  15. καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα
  16. ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·