Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
  2. εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.
  3. σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,
  4. ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν
  5. ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
  6. ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
  7. ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,
  8. χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.
  9. τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·
  10. ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·
  11. Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,
  12. ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·
  13. καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.
  14. νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
  15. οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
  16. ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.