Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι
  2. νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,
  3. ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω
  4. παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.
  5. ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας
  6. ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα
  7. ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
  8. ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
  9. εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.
  10. σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,
  11. ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν
  12. ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
  13. ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
  14. ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,
  15. χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.
  16. τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·