Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·
  2. τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι
  3. νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,
  4. ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω
  5. παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.
  6. ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας
  7. ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα
  8. ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
  9. ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
  10. εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.
  11. σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,
  12. ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν
  13. ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
  14. ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
  15. ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,
  16. χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.
  17. τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·
  18. ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·
  19. Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,
  20. ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·
  21. καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.
  22. νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
  23. οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
  24. ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.
  25. ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.
  26. Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
  27. εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
  28. τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.
  29. ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·
  30. στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;
  31. ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;
  32. οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
  33. ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
  34. δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.
  35. οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,
  36. ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
  37. ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,
  38. τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
  39. ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.
  40. ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
  41. λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.
  42. ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,
  43. κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν
  44. Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·
  45. πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,
  46. δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
  47. ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.
  48. δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·
  49. ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς
  50. ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ
  51. χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.
  52. ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ
  53. γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.
  54. ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ.
  55. αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς
  56. ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,
  57. ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
  58. αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν,
  59. ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,
  60. τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα
  61. μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
  62. οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
  63. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
  64. ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
  65. τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
  66. ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
  67. ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
  68. κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.
  69. δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·
  70. κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.
  71. οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,
  72. Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·
  73. πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,
  74. νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
  75. αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
  76. ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.
  77. ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.
  78. ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  79. πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.
  80. ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς
  81. ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
  82. αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·
  83. εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,
  84. ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,
  85. ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  86. ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω
  87. πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι
  88. πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
  89. ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
  90. ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,
  91. τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν
  92. καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.
  93. αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος
  94. ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,
  95. λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι
  96. εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
  97. ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,
  98. ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.
  99. ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
  100. πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.
  101. οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,
  102. ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
  103. ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
  104. τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω
  105. μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·
  106. καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·
  107. τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
  108. ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
  109. ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
  110. ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·
  111. ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
  112. οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
  113. βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
  114. ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον
  115. Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.
  116. ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.
  117. καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,
  118. ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,
  119. ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.
  120. ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα
  121. πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
  122. δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
  123. αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·
  124. ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,
  125. τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.
  126. ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς
  127. ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.
  128. αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,
  129. καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι
  130. δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.
  131. ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο
  132. νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
  133. δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο
  134. ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,
  135. ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι
  136. μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,
  137. ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,
  138. κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.
  139. ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,
  140. τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.
  141. τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας
  142. βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι
  143. χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.
  144. εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
  145. ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  146. οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  147. ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ
  148. ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.
  149. αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·
  150. ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ
  151. ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.
  152. δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
  153. ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.
  154. αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
  155. κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·
  156. νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας
  157. ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.
  158. δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.
  159. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
  160. αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα
  161. πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν
  162. ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
  1. ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,
  2. κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.
  3. ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,
  4. στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς
  5. ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης
  6. ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.
  7. αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ
  8. γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,
  9. τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·
  10. Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν
  11. Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·
  12. ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
  13. ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
  14. καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη
  15. πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,
  16. μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
  17. κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.
  18. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
  19. ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,
  20. παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
  21. στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·
  22. ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
  23. Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;
  24. καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω
  25. τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα
  26. ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
  27. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  28. τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
  29. δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
  30. ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,
  31. μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.
  32. οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,
  33. οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.
  34. νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι
  35. λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·
  36. τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.
  37. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  38. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  39. τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
  40. ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη
  41. εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
  42. θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.
  43. θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
  44. αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ