Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς
- γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.
- χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·
- τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι
- νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,
- ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω
- παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.
- ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας
- ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα
- ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
- ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
- εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.
- σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,
- ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν
- ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
- ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
- ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,
- χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.
- τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·
- ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·
- Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,
- ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·
- καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.
- νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
- οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
- ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.
- ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.
- Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
- εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
- τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.
- ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·
- στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;
- ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;
- οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
- ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
- δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.
- οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,
- ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
- ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,
- τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
- ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.
- ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
- λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.
- ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,
- κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν
- Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·
- πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,
- δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
- ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.