δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶςγούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαινήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίωπαύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσαςἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδαἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειανἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,