Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,
- τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.
- ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ
- δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,
- ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς
- γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.
- χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·
- τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι
- νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,
- ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω
- παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.
- ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας
- ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα
- ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
- ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
- εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.
- σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,
- ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν
- ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
- ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
- ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,
- χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.
- τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·
- ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·