Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,
  2. Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
  3. πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
  4. σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.
  5. ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,
  6. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,
  7. εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,
  8. ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.
  9. τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  10. Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο μήτηρ;
  11. εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,