γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι;εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω·εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸςαἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται.οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα.