Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
  2. λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
  3. ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  4. λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
  5. μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
  6. αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.
  7. γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι;
  8. εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  9. Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,