Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,
  2. ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,
  3. ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
  4. λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
  5. ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  6. λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
  7. μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.