Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
  2. στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,
  3. ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,
  4. ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
  5. λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
  6. ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  7. λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
  8. μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
  9. αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.