Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
  2. στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,
  3. ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,
  4. ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
  5. λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
  6. ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  7. λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
  8. μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
  9. αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.
  10. γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι;
  11. εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  12. Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,
  13. εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω·
  14. εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,
  15. τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
  16. τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς
  17. αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,
  18. λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.
  19. κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
  20. ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται.
  21. οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,
  22. οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα.
  23. Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ
  24. φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·
  25. ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,
  26. τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.
  27. ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ
  28. δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,
  29. ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς
  30. γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.
  31. χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·
  32. τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι
  33. νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,
  34. ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω
  35. παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.
  36. ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας
  37. ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα
  38. ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
  39. ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
  40. εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.
  41. σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,
  42. ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν
  43. ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
  44. ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
  45. ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,
  46. χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.
  47. τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·
  48. ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·
  49. Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,
  50. ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·
  51. καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.
  52. νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
  53. οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
  54. ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.
  55. ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.
  56. Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
  57. εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
  58. τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.
  59. ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·
  60. στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;
  61. ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;
  62. οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
  63. ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
  64. δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.
  65. οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,
  66. ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
  67. ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,
  68. τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
  69. ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.
  70. ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
  71. λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.
  72. ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,
  73. κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν
  74. Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·
  75. πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,
  76. δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
  77. ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.
  78. δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·
  79. ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς
  80. ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ
  81. χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.
  82. ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ
  83. γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.
  84. ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ.
  85. αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς
  86. ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,
  87. ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
  88. αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν,
  89. ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,
  90. τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα
  91. μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
  92. οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
  93. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
  94. ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
  95. τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
  96. ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
  97. ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
  98. κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.
  99. δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·
  100. κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.
  101. οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,
  102. Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·
  103. πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,
  104. νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
  105. αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
  106. ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.
  107. ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.
  108. ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  109. πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.
  110. ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς
  111. ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
  112. αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·
  113. εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,
  114. ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,
  115. ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  116. ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω
  117. πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι
  118. πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
  119. ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
  120. ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,
  121. τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν
  122. καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.
  123. αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος
  124. ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,
  125. λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι
  126. εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
  127. ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,
  128. ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.
  129. ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
  130. πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.
  131. οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,
  132. ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
  133. ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
  134. τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω
  135. μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·
  136. καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·
  137. τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
  138. ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
  139. ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
  140. ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·
  141. ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
  142. οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
  143. βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
  144. ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον
  145. Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.
  146. ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.
  147. καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,
  148. ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,
  149. ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.
  150. ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα
  151. πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
  152. δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
  153. αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·
  154. ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,
  155. τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.
  156. ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς
  157. ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.
  158. αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,
  159. καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι
  160. δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.
  161. ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο
  162. νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
  163. δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο
  164. ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,
  165. ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι
  166. μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,
  167. ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,
  168. κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.
  169. ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,
  170. τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.
  171. τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας
  172. βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι
  173. χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.
  174. εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
  175. ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  176. οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  177. ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ
  178. ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.
  179. αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·
  180. ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ
  181. ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.
  182. δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
  183. ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.
  184. αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
  185. κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·
  186. νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας
  187. ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.
  188. δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.
  189. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
  190. αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα
  191. πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν
  192. ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
  1. ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,
  2. κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.
  3. ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,
  4. στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς
  5. ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης
  6. ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.
  7. αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ
  8. γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,
  9. τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·
  10. Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν
  11. Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·
  12. ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
  13. ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
  14. καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη
  15. πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,
  16. μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
  17. κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.
  18. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
  19. ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,
  20. παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
  21. στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·
  22. ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
  23. Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;
  24. καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω
  25. τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα
  26. ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
  27. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  28. τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
  29. δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
  30. ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,
  31. μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.
  32. οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,
  33. οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.
  34. νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι
  35. λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·
  36. τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.
  37. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  38. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  39. τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
  40. ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη
  41. εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
  42. θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.
  43. θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
  44. αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
  45. ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
  46. ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,
  47. τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·
  48. οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις
  49. πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας
  50. δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ
  51. τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
  52. ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
  53. δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
  54. Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
  55. τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.
  56. Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
  57. γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,
  58. ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
  59. ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
  60. ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·
  61. τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα
  62. Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·
  63. Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.
  64. τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων
  65. νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα
  66. Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,
  67. καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,
  68. ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.
  69. ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν
  70. ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο
  71. καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
  72. δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.
  73. οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·
  74. ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.
  75. εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
  76. ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  77. οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  78. ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  79. πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
  80. ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,
  81. δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς
  82. Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ
  83. ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
  84. ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  85. δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.
  86. χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,
  87. ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·
  88. χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
  89. σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
  90. ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.
  91. χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
  92. οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι
  93. δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,
  94. ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
  95. ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,
  96. ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι
  97. λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.
  98. ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο
  99. πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.
  100. χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν
  101. ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,
  102. φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
  103. πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες
  104. αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,
  105. αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν
  106. ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·
  107. καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
  108. ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
  109. νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες
  110. ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη
  111. ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.
  112. ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
  113. τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
  114. ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,
  115. ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
  116. συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
  117. τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει
  118. χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ
  119. Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.
  120. ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,
  121. αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.
  122. ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,
  123. τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ
  124. τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,
  125. ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν
  126. ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.
  127. ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
  128. παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·
  129. ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα
  130. σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι
  131. πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.
  132. τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.
  133. ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.
  134. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
  135. καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
  136. εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
  137. σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,
  138. ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
  139. αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς
  140. πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,
  141. ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.
  142. ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,
  143. καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
  144. οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·
  145. θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·
  146. Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,
  147. σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας
  148. τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν
  149. ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος
  150. κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν·
  151. αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι
  152. θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.
  153. ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν
  154. πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  155. ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,
  156. ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
  157. καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·
  158. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  159. Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,
  160. ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,
  161. οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
  162. ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
  163. εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
  164. οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
  165. σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·
  166. δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.
  167. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,
  168. χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
  169. ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,
  170. υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
  171. ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.
  172. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  173. καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
  174. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  175. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  176. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  177. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
  178. καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
  179. Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
  180. πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
  181. σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  182. ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
  183. νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
  184. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,
  185. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
  186. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες
  187. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  188. νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·
  189. ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
  190. ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν
  191. ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
  192. μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
  193. πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
  194. χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,
  195. μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,
  196. πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα
  197. πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι
  198. γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
  199. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,
  200. ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.
  201. αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς
  202. ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,
  203. δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.
  204. εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,
  205. οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,
  206. ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.
  207. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  208. Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε
  209. ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  210. οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.
  211. οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν
  212. ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.
  213. καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,
  214. ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
  215. ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·
  216. οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
  217. ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
  218. καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,
  219. ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ
  220. ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
  221. ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
  222. ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν,
  223. ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης
  224. καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν
  225. κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
  226. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
  227. πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
  228. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,
  229. οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
  230. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
  231. πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς
  232. ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.
  233. τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·
  234. ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα
  235. καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·
  236. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  237. ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
  238. τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;
  239. οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;
  240. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  241. ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι
  242. κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·
  243. τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
  244. Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·
  245. ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ
  246. ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ
  247. μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.
  248. ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων
  249. οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ
  250. Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
  251. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  252. αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης
  253. ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
  254. νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
  255. ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα
  256. ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
  257. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
  258. ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
  259. ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ
  260. δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·
  261. ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
  262. καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι
  263. Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.
  264. πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,
  265. σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,
  266. οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
  267. ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,
  268. ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα
  269. γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ
  270. δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ
  271. πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,
  272. ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,
  273. ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα
  274. εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.
  275. τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε
  276. νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ
  277. ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
  278. ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,
  279. πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·
  280. ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον
  281. ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,
  282. λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
  283. ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ
  284. ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο
  285. ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα
  286. ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.
  287. ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ
  288. εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.
  289. δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.
  290. ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς
  291. παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·
  292. τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,
  293. ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
  294. ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.
  295. ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον
  296. καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.
  297. ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.
  298. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  299. ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε
  300. παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν
  301. ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.
  302. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  303. ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·
  304. ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,
  305. ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,
  306. μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·
  307. δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.
  308. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  309. ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ
  310. μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.
  311. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  312. τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,
  313. παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
  314. αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,
  315. εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει
  316. Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.
  317. πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,
  318. αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
  319. λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι
  320. πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,
  321. εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,
  322. τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο
  323. λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν
  324. ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.
  325. καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν
  326. ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.
  327. εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται
  328. νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.
  329. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  330. εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  331. Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα
  332. Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
  333. ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.
  334. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  335. κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν
  336. δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
  337. πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας
  338. χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
  339. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·
  340. αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
  341. ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·
  342. ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.
  343. ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  344. ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
  345. τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·
  346. Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
  347. πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
  1. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  2. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
  3. ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
  4. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο
  5. Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.
  6. ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
  7. πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη
  8. εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
  9. νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
  10. καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·
  11. δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  12. εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
  13. ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα
  14. πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
  15. ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  16. καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
  17. ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες
  18. υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη
  19. θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις
  20. καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
  21. ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
  22. δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους
  23. πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.
  24. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  25. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
  26. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  27. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  28. ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,
  29. ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·
  30. πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
  31. ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.
  32. οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,
  33. ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
  34. ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
  35. πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα
  36. κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
  37. δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
  38. ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα
  39. ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.
  40. κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι
  41. σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
  42. ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,
  43. μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν
  44. Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν
  45. τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
  46. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο
  47. σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.
  48. κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
  49. βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.
  50. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  51. νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,
  52. ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
  53. ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,
  54. πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.
  55. ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα
  56. βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.
  57. πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
  58. ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.
  59. τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν,
  60. ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·
  61. τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.
  62. κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
  63. τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·
  64. ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.
  65. τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον
  66. μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·
  67. κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν
  68. αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
  69. κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,
  70. πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.
  71. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  72. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  73. μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
  74. οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
  75. νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,
  76. ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
  77. ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων
  78. χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.
  79. ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
  80. Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν
  81. χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
  82. Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
  83. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  84. πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
  85. κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·
  86. αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.
  87. ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
  88. δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
  89. καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·
  90. αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
  91. Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,
  92. ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
  93. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
  94. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν
  95. ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
  96. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  97. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  98. ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
  99. φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·
  100. νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
  101. πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  102. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  103. πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.
  104. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
  105. κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
  106. Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
  107. κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
  108. Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.
  109. βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,
  110. μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
  111. ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
  112. Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
  113. Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε
  114. Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·
  115. ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,
  116. Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  117. πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.
  118. ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
  119. Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
  120. οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
  121. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες
  122. καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·
  123. τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
  124. ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
  125. τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.
  126. οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
  127. τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
  128. ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·
  129. δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
  130. πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
  131. αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,
  132. τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·
  133. δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον
  134. οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
  135. μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
  136. αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης
  137. δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·
  138. οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
  139. ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
  140. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  141. Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
  142. αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
  143. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
  144. στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·
  145. δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
  146. εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·
  147. οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,
  148. ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
  149. ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.
  150. σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
  151. νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
  152. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  153. Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
  154. κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
  155. ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
  156. νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
  157. ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
  158. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·
  159. οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
  160. ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,
  161. ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
  162. ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
  163. φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
  164. κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.
  165. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  166. ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
  167. οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
  168. ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.
  169. ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
  170. ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν
  171. τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει
  172. αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
  173. ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
  174. ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
  175. ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
  176. ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως
  177. οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.
  178. ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
  179. εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,
  180. ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω
  181. ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
  182. νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
  183. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
  184. ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
  185. θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
  186. ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
  187. μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
  188. ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
  189. τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
  190. βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ
  191. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
  192. λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων
  193. ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη
  194. ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  195. καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
  196. ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
  197. ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·
  198. οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
  199. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  200. χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
  201. καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
  202. τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον
  203. ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
  204. τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
  205. δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
  206. ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
  207. πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
  208. ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
  209. ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
  210. ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
  211. δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.
  212. τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,
  213. ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
  214. πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·
  215. εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
  216. πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
  217. ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
  218. ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
  219. οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
  220. δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.
  221. τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
  222. ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
  223. ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
  224. οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,
  225. οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
  226. τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας
  227. ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
  228. ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
  229. δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
  230. οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
  231. Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
  232. κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
  233. ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
  234. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  235. Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
  236. ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις,
  237. ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
  238. χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
  239. νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
  240. ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·
  241. ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
  242. εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
  243. δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
  244. ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
  245. Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
  246. οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
  247. ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
  248. αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
  249. εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
  250. ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
  251. παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  252. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  253. ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
  254. Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
  255. οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
  256. ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
  257. οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
  258. αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
  259. δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
  260. λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.
  261. κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
  262. Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι
  263. πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
  264. πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
  265. μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
  266. αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
  267. ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,
  268. ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
  269. λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν
  270. Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
  271. Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.
  272. Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
  273. βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
  274. ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
  275. ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.
  276. αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
  277. βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,
  278. ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
  279. πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
  280. ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,
  281. οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
  282. αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
  283. εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
  284. ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
  285. οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
  286. ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
  287. βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
  288. ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
  289. ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
  290. ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,
  291. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  292. δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·
  293. οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
  294. οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
  295. ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  296. τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
  297. τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
  298. οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.
  299. καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.
  300. ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
  301. αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
  302. Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
  303. βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·
  304. ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
  305. σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·
  306. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  307. δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
  308. ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
  309. αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,
  310. οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
  311. ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
  312. ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
  313. ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
  314. εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.
  315. οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
  316. καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω
  317. εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
  318. εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
  319. ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
  320. οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
  321. ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
  322. ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης
  323. Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
  324. θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
  325. ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·
  326. ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
  327. τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
  328. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  329. οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
  330. ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
  331. ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
  332. χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.
  333. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  334. Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  335. Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
  336. ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
  337. εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
  338. τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·
  339. αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·
  340. δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
  341. ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
  342. αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
  343. ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.
  344. οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ
  345. Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
  346. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  347. λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
  348. τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
  349. τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
  350. μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
  351. δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
  352. πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
  353. εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
  354. τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
  355. Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
  356. οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
  357. τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
  358. οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
  359. ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
  360. τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
  361. αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,
  362. ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
  363. ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
  364. ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
  365. ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
  366. ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
  367. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  368. τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
  369. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
  370. Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
  371. μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
  372. οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
  373. πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
  374. τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
  375. ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς
  376. ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
  377. αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,
  378. ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
  379. ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι
  380. ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.
  381. δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·
  382. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  383. ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
  384. ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.
  385. ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,
  386. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  387. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  388. ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
  389. ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
  390. δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
  391. ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·
  392. τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
  393. καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
  394. αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν
  395. ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
  396. Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
  397. καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.
  398. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον,
  399. δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
  400. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  401. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  402. τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
  403. δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
  404. ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
  405. ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.
  406. ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
  407. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  408. χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται
  409. δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
  410. σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι
  411. δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.
  412. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  413. καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
  414. μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
  415. τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
  416. ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
  417. δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
  418. καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
  419. δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
  420. μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
  421. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,
  422. ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
  423. δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·
  424. δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη·
  425. ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.
  426. ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,
  427. ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα
  428. δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,
  429. δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
  430. καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
  431. χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα
  432. σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.
  433. ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
  434. ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
  435. αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,
  436. ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
  437. γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·
  438. τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
  439. ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,
  440. ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·
  441. ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,
  442. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  443. αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον,
  444. μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε
  445. εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.
  446. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,
  447. αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν
  448. ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·
  449. αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
  450. ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ
  451. θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
  452. ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.
  453. τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
  454. τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  455. ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,
  456. ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
  457. ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
  458. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  459. θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,
  460. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  461. χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ
  462. μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.
  463. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
  464. Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
  465. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,
  466. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·
  467. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
  468. αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.
  469. ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·
  470. οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.
  471. κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
  472. Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν
  473. μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
  474. δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
  475. νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
  476. ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·
  477. κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,
  478. Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·
  479. πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
  480. τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας
  481. οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.
  482. ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
  483. ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.
  484. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  485. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  486. δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·
  487. Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων.
  488. ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·
  489. λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
  490. ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,
  491. ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.
  492. ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
  493. δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
  494. ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
  495. ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.
  496. αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
  497. αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,
  498. ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
  499. ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν,
  500. ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
  501. βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
  502. Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα
  503. ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·
  504. αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
  505. ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον
  506. ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,
  507. ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
  508. ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,
  509. ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
  510. τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·
  511. αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
  512. δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι
  513. Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  514. ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
  515. ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
  516. ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
  517. αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
  518. βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
  519. κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
  520. νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.
  521. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  522. τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
  523. ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,
  524. ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
  525. ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
  526. ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
  527. ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε
  528. κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
  529. εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·
  530. τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·
  531. ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.
  532. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
  533. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,
  534. ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
  535. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  536. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  537. Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·
  538. οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.
  539. ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,
  540. ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο
  541. ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
  542. ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,
  543. ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·
  544. εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,
  545. πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
  546. ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται
  547. ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
  548. τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
  549. ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.
  550. εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε
  551. ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
  552. οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,
  553. οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
  554. ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
  555. εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,
  556. ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·
  557. οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
  558. οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·
  559. ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,
  560. καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
  561. ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν
  562. ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν
  563. οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.
  564. ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
  565. Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
  566. ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
  567. φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα
  568. ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
  569. ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
  570. ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν
  571. ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·
  572. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  573. ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
  574. ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,
  575. ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  576. οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
  577. εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ
  578. Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.
  579. τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον
  580. ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.
  581. ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ
  582. ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα
  583. κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;
  584. ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,
  585. ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων
  586. γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.
  1. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  2. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  3. ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
  4. τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
  5. οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
  6. ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
  7. δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
  8. ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
  9. σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
  10. οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·
  11. τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
  12. σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
  13. εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·
  14. τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;
  15. κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.
  16. νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς
  17. εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
  18. ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.
  19. εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
  20. ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
  21. ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ
  22. Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι
  23. πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,
  24. Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
  25. αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται
  26. πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,
  27. τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε
  28. ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
  29. ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,
  30. ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·
  31. ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
  32. Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·
  33. ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.
  34. ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων
  35. γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον
  36. γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.
  37. εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,
  38. ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.
  39. Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,
  40. Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·
  41. ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες
  42. δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
  43. ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας
  44. ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.
  45. ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα
  46. ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·
  47. τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,
  48. οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,
  49. ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων
  50. ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.
  51. ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,
  52. ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
  53. ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.
  54. στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,
  55. βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
  56. ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
  57. τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.
  58. ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,
  59. καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.
  60. ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι
  61. ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.
  62. ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
  63. ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
  64. οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,
  65. πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,
  66. οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.
  67. νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς
  68. λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
  69. γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
  70. αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν
  71. τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.
  72. καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,
  73. αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.
  74. ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ
  75. κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
  76. ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
  77. ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες
  78. ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
  79. καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·
  80. ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν
  81. καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.
  82. ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν
  83. πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν
  84. γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.
  85. ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,
  86. αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
  87. αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,
  88. δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
  89. οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες
  90. ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.
  91. οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·
  92. οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον
  93. ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.
  94. τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,
  95. οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,
  96. ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι
  97. λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.
  98. τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,
  99. νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.
  100. αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
  101. σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,
  102. μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.
  103. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
  104. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  105. ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·
  106. Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων
  107. ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν
  108. οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,
  109. ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
  110. πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν
  111. οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.
  112. τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
  113. ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
  114. ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
  115. παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.
  116. νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,
  117. γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,
  118. ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν
  119. ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,
  120. οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην
  121. ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.
  122. οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,
  123. ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα
  124. ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.
  125. οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,
  126. οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν
  127. νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα
  128. ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ
  129. ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·
  130. οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.
  131. οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·
  132. ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας
  133. ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.
  134. ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ
  135. εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.
  136. ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,
  137. οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,
  138. ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων
  139. θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.
  140. αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,
  141. κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.
  142. ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν
  143. νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·
  144. ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη
  145. οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.
  146. ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,
  147. οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον
  148. εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.
  149. κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,
  150. ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
  151. ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
  152. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  153. νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.
  154. ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
  155. αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.
  156. αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
  157. εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες
  158. βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.
  159. νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην
  160. ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.
  161. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  162. ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  163. οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,
  164. ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι
  165. ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.
  166. Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,
  167. καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.
  168. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
  169. δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  170. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  171. καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·
  172. ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι·
  173. αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν
  174. ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,
  175. ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  176. ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
  177. ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους
  178. αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
  179. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
  180. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  181. ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα,
  182. ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,
  183. ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ
  184. μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴ
  185. ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι
  186. μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.
  187. ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα
  188. οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλους
  189. πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.
  190. καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει
  191. ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι
  192. ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.
  193. δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
  194. αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,
  195. αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους
  196. βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο
  197. ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,
  198. ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,
  199. οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ
  200. ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι
  201. Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·
  202. χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,
  203. δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα
  204. οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας
  205. ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν
  206. ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,
  207. ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.
  208. τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,
  209. ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα
  210. χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει
  211. θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.
  212. τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα
  213. κωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ
  214. ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,
  215. ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.
  216. καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδον
  217. εὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.
  218. ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.
  219. ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ
  220. ἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται
  221. ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,
  222. χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,
  223. γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.
  224. ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν
  225. τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα
  226. καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας
  227. σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·
  228. ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν,
  229. ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.
  230. οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.
  231. ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ
  232. τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον
  233. ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθος
  234. ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,
  235. ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·
  236. ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.
  237. αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
  238. πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,
  239. ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.
  240. αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,
  241. ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι
  242. ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν·
  243. τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.
  244. ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
  245. πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
  246. αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος
  247. πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,
  248. ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη
  249. πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.
  250. αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
  251. καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας·
  252. ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
  253. ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε,
  254. οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
  255. ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
  256. ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ,
  257. δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.
  258. ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·
  259. ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ
  260. παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,
  261. οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα
  262. ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.
  263. λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,
  264. τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·
  265. τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς
  266. πολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα
  267. ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως
  268. δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.
  269. ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,
  270. Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,
  271. ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  272. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·
  273. νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
  274. ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι·
  275. οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν
  276. οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·
  277. οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην
  278. οὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.
  279. ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,
  280. ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.
  281. ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά,
  282. ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι·
  283. νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων
  284. πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,
  285. ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·
  286. αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.
  287. ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι θυμῷ,
  288. ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,
  289. σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ
  290. κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.
  291. τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον·
  292. ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν,
  293. ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.
  294. ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,
  295. σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν.
  296. αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν
  297. ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων,
  298. κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.
  299. τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν
  300. ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,
  301. οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,
  302. χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.
  303. αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον·
  304. οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων
  305. χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.
  306. ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
  307. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  308. καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,
  309. πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
  310. αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
  311. σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.
  312. δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα,
  313. ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα
  314. ἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.
  315. πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα
  316. Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,
  317. εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.
  318. ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
  319. Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,
  320. χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη
  321. αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες
  322. ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,
  323. φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·
  324. τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.
  325. τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς
  326. καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·
  327. οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς
  328. ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.
  329. καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,
  330. ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·
  331. αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,
  332. ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας
  333. τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.
  334. οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,
  335. τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.
  336. ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.
  337. αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
  338. πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,
  339. ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.
  340. αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,
  341. ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
  342. πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
  343. αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
  344. σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.
  345. καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,
  346. κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·
  347. Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,
  348. ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει
  349. ἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας
  350. οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.
  351. σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο
  352. ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;
  353. ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ αἰνῶς
  354. ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·
  355. δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ
  356. αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·
  357. καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα
  358. οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·
  359. ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.
  360. ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον.
  361. τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν.
  362. αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,
  363. καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·
  364. Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι
  365. ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.
  366. Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι
  367. μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι.
  368. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·
  369. Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,
  370. τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται.
  371. ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα
  372. κεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος
  373. ᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνος
  374. ψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων.
  375. καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,
  376. ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους
  377. θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.
  378. ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν
  379. ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς,
  380. καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι
  381. ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.
  382. οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,
  383. ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς
  384. δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ
  385. τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι
  386. ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.
  387. ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
  388. δινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα.
  389. πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ
  390. γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.
  391. ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον
  392. εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα
  393. φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν
  394. ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.
  395. σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,
  396. ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸν
  397. ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.
  398. τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,
  399. αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς
  400. ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.
  401. οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,
  402. ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·
  403. τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησας
  404. νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;
  405. ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;
  406. ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;
  407. τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος·
  408. ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.
  409. οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον·
  410. εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,
  411. νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,
  412. ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.
  413. ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ,
  414. ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.
  415. Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι
  416. χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,
  417. αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,
  418. εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·
  419. οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.
  420. αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,
  421. εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷ
  422. εὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον
  423. ὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.
  424. ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
  425. ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,
  426. καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες·
  427. τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,
  428. τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,
  429. σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,
  430. τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.
  431. τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε—
  432. ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,
  433. τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς
  434. κείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο
  435. νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.
  436. ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
  437. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  438. καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,
  439. θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·
  440. οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσι
  441. τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα
  442. ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,
  443. ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.
  444. ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε
  445. λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.
  446. τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·
  447. κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων
  448. ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,
  449. ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης
  450. μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,
  451. πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι
  452. ἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτος
  453. ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε
  454. σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,
  455. Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.
  456. εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο
  457. εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·
  458. τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ
  459. θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ
  460. λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.
  461. ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.
  462. ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς
  463. πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.
  464. καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,
  465. πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα
  466. ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,
  467. οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.
  468. ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,
  469. κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα
  470. πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.
  471. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
  472. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  473. ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,
  474. καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·
  475. Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους
  476. ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.
  477. καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,
  478. σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ
  479. ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.
  480. ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον,
  481. ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,
  482. κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο
  483. τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,
  484. ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·
  485. τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,
  486. πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.
  487. αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν
  488. ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα
  489. ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν,
  490. κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.
  491. ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,
  492. καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροι
  493. μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·
  494. σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;
  495. ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα
  496. αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι.
  497. εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,
  498. σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα
  499. μαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.
  500. ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,
  501. ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·
  502. Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων
  503. ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,
  504. φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,
  505. υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.
  506. ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
  507. ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.
  508. ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,
  509. Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο
  510. καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·
  511. ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,
  512. χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.
  513. ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην
  514. ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·
  515. νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς
  516. ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ.
  517. ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω
  518. πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·
  519. τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι.
  520. αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος
  521. οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
  522. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  523. αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην
  524. εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,
  525. ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.
  526. ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι
  527. εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
  528. κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,
  529. εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι,
  530. δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι
  531. υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.
  532. ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  533. οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,
  534. ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,
  535. νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.
  536. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης.
  537. αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας
  538. ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,
  539. κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο
  540. τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.
  541. ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·
  542. τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.
  543. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαι
  544. νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι
  545. ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,
  546. νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
  547. ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  548. μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες
  549. δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
  550. ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι
  551. μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ
  552. Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,
  553. ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν,
  554. ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι
  555. νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.
  556. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  557. ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  558. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
  559. δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  560. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  561. δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
  562. αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
  563. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
  564. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  565. ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
  566. ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
  • Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεν
  • Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,
  • πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος
  • χάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη.
  • τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,
  • ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες·
  • ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.
  • οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ
  • δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,
  • κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ
  • ἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισιν
  • εὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.
  • καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.
  • μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,
  • Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·
  • καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.
  • ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευον
  • πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.
  • δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,
  • ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·
  • κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,
  • ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι.
  • νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ
  • ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·
  • αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,
  • ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν
  • ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.
  • ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
  • τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,
  • καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·
  • ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
  • αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ
  • δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·
  • οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
  • καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι
  • δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.
  • ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  • ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν
  • ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.
  • πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ
  • ληίδος, ἡμεῖς δʼ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες
  • οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες·
  • καὶ νῦν οἱ τάδʼ ἔδωκε χαριζόμενος φιλότητι
  • Αἴολος. ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν,
  • ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.
  • ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·
  • ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν.
  • τοὺς δʼ αἶψʼ ἁρπάξασα φέρεν πόντονδε θύελλα
  • κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε
  • ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,
  • ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,
  • ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.
  • ἀλλʼ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δʼ ἐνὶ νηὶ
  • κείμην. αἱ δʼ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ
  • αὖτις ἐπʼ Αἰολίην νῆσον, στενάχοντο δʼ ἑταῖροι.
  • ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,
  • αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
  • αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,
  • δὴ τότʼ ἐγὼ κήρυκά τʼ ὀπασσάμενος καὶ ἑταῖρον
  • βῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δʼ ἐκίχανον
  • δαινύμενον παρὰ ᾗ τʼ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.
  • ἐλθόντες δʼ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπʼ οὐδοῦ
  • ἑζόμεθʼ· οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τʼ ἐρέοντο·
  • πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων;
  • ἦ μέν σʼ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρʼ ἀφίκοιο
  • πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.
  • ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ·
  • ἄασάν μʼ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος
  • σχέτλιος. ἀλλʼ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.
  • ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν,
  • οἱ δʼ ἄνεῳ ἐγένοντο· πατὴρ δʼ ἠμείβετο μύθῳ·
  • ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων·
  • οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδʼ ἀποπέμπειν
  • ἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν·
  • ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδʼ ἱκάνεις.
  • ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.
  • ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.
  • τείρετο δʼ ἀνδρῶν θυμὸς ὑπʼ εἰρεσίης ἀλεγεινῆς
  • ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.
  • ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
  • ἑβδομάτῃ δʼ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,
  • Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν
  • ἠπύει εἰσελάων, ὁ δέ τʼ ἐξελάων ὑπακούει.
  • ἔνθα κʼ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,
  • τὸν μὲν βουκολέων, τὸν δʼ ἄργυφα μῆλα νομεύων·
  • ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.
  • ἔνθʼ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη
  • ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,
  • ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν
  • ἐν στόματι προύχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν,
  • ἔνθʼ οἵ γʼ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.
  • αἱ μὲν ἄρʼ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο
  • πλησίαι· οὐ μὲν γάρ ποτʼ ἀέξετο κῦμά γʼ ἐν αὐτῷ,
  • οὔτε μέγʼ οὔτʼ ὀλίγον, λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη·
  • αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,
  • αὐτοῦ ἐπʼ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας·
  • ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.
  • ἔνθα μὲν οὔτε βοῶν οὔτʼ ἀνδρῶν φαίνετο ἔργα,
  • καπνὸν δʼ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα.
  • δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
  • οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,
  • ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.
  • οἱ δʼ ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι
  • ἄστυδʼ ἀφʼ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,
  • κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,
  • θυγατέρʼ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.
  • ἡ μὲν ἄρʼ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον
  • Ἀρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·
  • οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʼ ἐρέοντο
  • ὅς τις τῶνδʼ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι·
  • ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.
  • οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα
  • εὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν.
  • ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,
  • ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.
  • αὐτίχʼ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον·
  • τὼ δὲ δύʼ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.
  • αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντες
  • φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,
  • μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.
  • οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν
  • βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει
  • ἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων·
  • ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.
  • ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,
  • τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • τῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο.
  • αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
  • ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν·
  • οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.
  • ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας
  • νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο.
  • ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
  • ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
  • Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιε
  • Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
  • αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·
  • ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο
  • μητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.
  • ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ
  • ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.
  • ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκτας
  • κείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
  • ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
  • καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ
  • καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,
  • εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.
  • ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,
  • καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,
  • Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
  • μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
  • ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.
  • ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  • πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
  • δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.
  • ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
  • καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,
  • ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν
  • ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης
  • πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.
  • τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶτα
  • πλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,
  • κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
  • τῷ δʼ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς
  • εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ
  • εἴασʼ· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,
  • πεῖσμα δʼ, ὅσον τʼ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν
  • πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,
  • βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν
  • ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπʼ ὤμου
  • χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.
  • κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρους
  • μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
  • ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί περ
  • εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·
  • ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,
  • μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.
  • ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,
  • ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο
  • θηήσαντʼ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.
  • αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
  • χεῖρας νιψάμενοι τεύχοντʼ ἐρικυδέα δαῖτα.
  • ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  • ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  • ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
  • δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  • ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  • καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·
  • κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·
  • ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς,
  • οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν,
  • οὐδʼ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον
  • εἴ τις ἔτʼ ἔσται μῆτις. ἐγὼ δʼ οὔκ οἴομαι εἶναι.
  • εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν
  • νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται·
  • αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δʼ ἐνὶ μέσσῃ
  • ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
  • ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ
  • μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο
  • Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.
  • κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·
  • ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
  • αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους
  • ἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα·
  • τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής.
  • κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·
  • ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.
  • βῆ δʼ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσʼ ἑταῖροι
  • κλαίοντες· κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν.
  • εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης
  • ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ·
  • ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,
  • τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν.
  • οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γε
  • οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.
  • ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα
  • σαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,
  • ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες
  • σαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.
  • ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,
  • Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,
  • ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων
  • λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.
  • τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,
  • ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·
  • ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν
  • καλὸν ἀοιδιάει, δάπεδον δʼ ἅπαν ἀμφιμέμυκεν,
  • ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.
  • ὣς ἄρʼ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες.
  • ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
  • καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·
  • Εὐρύλοχος δʼ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.
  • εἷσεν δʼ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,
  • ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν
  • οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ
  • φάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.
  • αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειτα
  • ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.
  • οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε
  • καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.
  • ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκη
  • πάρ ῥʼ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης
  • ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.
  • Εὐρύλοχος δʼ αἶψʼ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν
  • ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.
  • οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,
  • κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε
  • δακρυόφιν πίμπλαντο, γόον δʼ ὠίετο θυμός.
  • ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες,
  • καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·
  • ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ Ὀδυσσεῦ·
  • εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ
  • ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.
  • ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν,
  • ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.
  • ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
  • καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·
  • αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.
  • οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν
  • ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον
  • ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·
  • τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.
  • αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων
  • καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
  • μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ.
  • οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλον
  • ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον
  • φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳ
  • ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ·
  • αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.
  • ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
  • ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας
  • Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,
  • ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν
  • ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,
  • πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·
  • ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  • πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι οἶος,
  • χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκης
  • ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.
  • ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημι
  • αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι.
  • ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.
  • τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης
  • ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.
  • πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.
  • τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ.
  • ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει
  • φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.
  • ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,
  • δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.
  • ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι·
  • ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν,
  • ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ·
  • ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,
  • μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,
  • μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.
  • ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης
  • ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.
  • ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·
  • μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσειν
  • ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.
  • Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
  • νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης
  • ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
  • ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·
  • ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.
  • ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
  • καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.
  • εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
  • καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
  • τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,
  • ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ.
  • αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε,
  • ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  • ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.
  • ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.
  • ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,
  • καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  • τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  • θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·
  • οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη,
  • ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.
  • σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.
  • ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ
  • φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,
  • ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.
  • ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα
  • εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε
  • εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,
  • ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,
  • αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις
  • ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,
  • ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.
  • οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,
  • εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
  • μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
  • ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς ἐκέλευον.
  • αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
  • καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.
  • ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο
  • τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·
  • γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέων
  • ἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι.
  • τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ
  • πορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν·
  • ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας
  • ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·
  • ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα
  • ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·
  • ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε
  • πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ.
  • αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
  • ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο,
  • θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,
  • ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.
  • αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
  • ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,
  • εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
  • καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
  • χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  • καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  • νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  • σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  • εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  • ἐσθέμεναι δʼ ἐκέλευεν· ἐμῷ δʼ οὐχ ἥνδανε θυμῷ,
  • ἀλλʼ ἥμην ἀλλοφρονέων, κακὰ δʼ ὄσσετο θυμός.
  • Κίρκη δʼ ὡς ἐνόησεν ἔμʼ ἥμενον οὐδʼ ἐπὶ σίτῳ
  • χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα,
  • ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·
  • τίφθʼ οὕτως, Ὀδυσεῦ, κατʼ ἄρʼ ἕζεαι ἶσος ἀναύδῳ,
  • θυμὸν ἔδων, βρώμης δʼ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;
  • ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ
  • δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,
  • πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,
  • πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;
  • ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,
  • λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.
  • ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει
  • ῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ,
  • ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.
  • οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι, ἡ δὲ διʼ αὐτῶν
  • ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.
  • τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε
  • φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·
  • ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,
  • καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.
  • ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος.
  • πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα
  • σμερδαλέον κονάβιζε· θεὰ δʼ ἐλέαιρε καὶ αὐτή.
  • ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
  • νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,
  • κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·
  • αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ,
  • βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
  • εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους
  • οἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.
  • ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,
  • ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,
  • πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶ
  • ἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι·
  • μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,
  • δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸς
  • ὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴν
  • τρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.
  • καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων·
  • σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,
  • ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·
  • ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.
  • ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι·
  • νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,
  • κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·
  • αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,
  • ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης
  • πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.
  • ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
  • Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·
  • καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  • ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε τούτων;
  • Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας
  • ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,
  • οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,
  • ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντο
  • ἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·
  • τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,
  • σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,
  • τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,
  • καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροι
  • μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·
  • διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,
  • αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·
  • ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.
  • ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
  • οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,
  • ἀλλʼ ἕπετʼ· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.
  • τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη
  • ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
  • ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·
  • δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.
  • οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα,
  • κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.
  • ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·
  • μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτὴ
  • ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι,
  • ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.
  • ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,
  • εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,
  • οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν
  • τρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,
  • αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν
  • θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.
  • ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  • ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
  • ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  • ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι
  • μηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη,
  • καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·
  • δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης,
  • εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι
  • οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  • ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  • ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  • ἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  • ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
  • οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.
  • αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς
  • γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·
  • καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  • ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης,
  • οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,
  • ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ
  • ἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.
  • ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.
  • ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι
  • εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,
  • ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,
  • μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·
  • τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,
  • οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ·
  • κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ
  • ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
  • αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην,
  • καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·
  • ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;
  • εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.
  • ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,
  • ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσας
  • ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.
  • ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς,
  • ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,
  • μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,
  • νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ,
  • αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.
  • ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν
  • Κώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,
  • πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·
  • ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,
  • βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
  • ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,
  • πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
  • τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν.
  • πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,
  • ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,
  • ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,
  • Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
  • παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.
  • αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,
  • ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν
  • εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι
  • ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ
  • ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.
  • δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι
  • μῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,
  • δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
  • ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·
  • αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα
  • αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
  • ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,
  • ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
  • νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
  • ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  • ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·
  • αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
  • λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ
  • καλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην.
  • αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρους
  • μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
  • μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,
  • ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.
  • ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  • οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.
  • Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην
  • ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς·
  • ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,
  • ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.
  • κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας
  • ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν
  • ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
  • ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν
  • ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν.
  • ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·
  • φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
  • ἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,
  • εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης
  • ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.
  • ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,
  • ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας·
  • ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
  • ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
  • ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,
  • τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ
  • ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,
  • ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα
  • ὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;
  • αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
  • νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
  • ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,
  • ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ
  • βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
  • ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
  • ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
  • Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
  • ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
  • ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
  • τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·
  • δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
  • ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.
  • ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,
  • ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς
  • ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,
  • οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,
  • οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,
  • ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.
  • νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα
  • εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο
  • ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.
  • ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε
  • ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
  • ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,
  • πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
  • τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.
  • πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,
  • ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,
  • ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,
  • Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
  • παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.
  • τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,
  • ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα
  • ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο
  • ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.
  • νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες
  • παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,
  • πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,
  • ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·
  • οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος
  • θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.
  • δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
  • μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,
  • δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
  • ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·
  • αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα
  • αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
  • πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·
  • οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·
  • σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς
  • ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.
  • τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
  • καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  • Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;
  • ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.
  • ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.
  • Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα
  • ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
  • ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν
  • ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.
  • νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,
  • πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,
  • Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·
  • οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο
  • νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·
  • ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.
  • μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν
  • νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,
  • ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,
  • σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
  • ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.
  • ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,
  • τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.
  • νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
  • ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,
  • εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·
  • ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,
  • Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,
  • τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.
  • τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·
  • ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,
  • αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
  • ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο
  • χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο
  • ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;
  • ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,
  • αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.
  • ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον
  • κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,
  • καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·
  • νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·
  • τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω
  • λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ
  • χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
  • ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,
  • αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,
  • ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα
  • Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,
  • βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα
  • Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
  • τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
  • καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
  • εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
  • νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
  • ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,
  • νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,
  • ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι
  • μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.
  • ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·
  • αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
  • κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,
  • ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,
  • εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν
  • ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
  • οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους
  • οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
  • σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·
  • ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης
  • φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
  • καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,
  • ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
  • ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
  • οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας
  • ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  • πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ
  • ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ
  • γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
  • ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.
  • ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  • μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·
  • ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν
  • ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.
  • εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;
  • ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
  • ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.
  • ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων
  • αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·
  • ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.
  • ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω
  • Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·
  • αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ
  • ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,
  • καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  • τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα
  • ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.
  • μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,
  • Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι
  • πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.
  • ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις
  • νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες
  • εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο
  • ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·
  • οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
  • γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,
  • ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ