Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν
  2. ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ
  3. μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
  4. ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε
  5. μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.
  6. σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,
  7. τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας·
  8. οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη
  9. θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
  10. στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,
  11. ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,
  12. ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
  13. λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
  14. ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  15. λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
  16. μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
  17. αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.
  18. γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι;
  19. εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  20. Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,
  21. εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω·
  22. εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,
  23. τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
  24. τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς
  25. αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,
  26. λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.
  27. κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
  28. ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται.
  29. οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,
  30. οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα.
  31. Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ
  32. φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·
  33. ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,
  34. τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.
  35. ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ
  36. δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,
  37. ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς
  38. γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.
  39. χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·
  40. τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι
  41. νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,
  42. ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω
  43. παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.
  44. ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας
  45. ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα
  46. ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
  47. ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
  48. εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.
  49. σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,
  50. ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν
  51. ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
  52. ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
  53. ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,
  54. χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.
  55. τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·
  56. ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·
  57. Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,
  58. ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·
  59. καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.
  60. νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
  61. οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
  62. ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.
  63. ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.
  64. Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
  65. εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
  66. τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.
  67. ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·
  68. στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;
  69. ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;
  70. οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
  71. ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
  72. δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.
  73. οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,
  74. ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
  75. ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,
  76. τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
  77. ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.
  78. ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
  79. λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.
  80. ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,
  81. κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν
  82. Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·
  83. πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,
  84. δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
  85. ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.
  86. δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·
  87. ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς
  88. ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ
  89. χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.
  90. ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ
  91. γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.
  92. ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ.
  93. αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς
  94. ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,
  95. ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
  96. αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν,
  97. ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,
  98. τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα
  99. μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
  100. οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
  101. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
  102. ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
  103. τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
  104. ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
  105. ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
  106. κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.
  107. δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·
  108. κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.
  109. οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,
  110. Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·
  111. πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,
  112. νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
  113. αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
  114. ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.
  115. ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.
  116. ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  117. πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.
  118. ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς
  119. ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
  120. αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·
  121. εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,
  122. ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,
  123. ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  124. ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω
  125. πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι
  126. πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
  127. ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
  128. ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,
  129. τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν
  130. καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.
  131. αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος
  132. ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,
  133. λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι
  134. εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
  135. ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,
  136. ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.
  137. ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
  138. πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.
  139. οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,
  140. ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
  141. ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
  142. τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω
  143. μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·
  144. καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·
  145. τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
  146. ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
  147. ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
  148. ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·
  149. ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
  150. οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
  151. βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
  152. ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον
  153. Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.
  154. ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.
  155. καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,
  156. ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,
  157. ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.
  158. ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα
  159. πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
  160. δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
  161. αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·
  162. ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,
  163. τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.
  164. ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς
  165. ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.
  166. αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,
  167. καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι
  168. δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.
  169. ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο
  170. νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
  171. δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο
  172. ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,
  173. ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι
  174. μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,
  175. ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,
  176. κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.
  177. ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,
  178. τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.
  179. τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας
  180. βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι
  181. χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.
  182. εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
  183. ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  184. οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  185. ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ
  186. ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.
  187. αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·
  188. ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ
  189. ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.
  190. δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
  191. ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.
  192. αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
  193. κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·
  194. νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας
  195. ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.
  196. δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.
  197. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
  198. αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα
  199. πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν
  200. ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
  1. ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,
  2. κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.
  3. ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,
  4. στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς
  5. ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης
  6. ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.
  7. αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ
  8. γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,
  9. τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·
  10. Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν
  11. Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·
  12. ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
  13. ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
  14. καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη
  15. πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,
  16. μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
  17. κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.
  18. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
  19. ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,
  20. παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
  21. στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·
  22. ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
  23. Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;
  24. καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω
  25. τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα
  26. ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
  27. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  28. τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
  29. δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
  30. ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,
  31. μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.
  32. οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,
  33. οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.
  34. νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι
  35. λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·
  36. τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.
  37. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  38. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  39. τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
  40. ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη
  41. εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
  42. θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.
  43. θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
  44. αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
  45. ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
  46. ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,
  47. τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·
  48. οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις
  49. πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας
  50. δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ
  51. τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
  52. ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
  53. δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
  54. Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
  55. τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.
  56. Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
  57. γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,
  58. ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
  59. ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
  60. ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·
  61. τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα
  62. Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·
  63. Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.
  64. τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων
  65. νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα
  66. Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,
  67. καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,
  68. ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.
  69. ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν
  70. ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο
  71. καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
  72. δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.
  73. οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·
  74. ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.
  75. εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
  76. ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  77. οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  78. ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  79. πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
  80. ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,
  81. δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς
  82. Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ
  83. ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
  84. ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  85. δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.
  86. χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,
  87. ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·
  88. χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
  89. σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
  90. ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.
  91. χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
  92. οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι
  93. δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,
  94. ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
  95. ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,
  96. ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι
  97. λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.
  98. ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο
  99. πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.
  100. χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν
  101. ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,
  102. φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
  103. πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες
  104. αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,
  105. αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν
  106. ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·
  107. καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
  108. ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
  109. νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες
  110. ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη
  111. ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.
  112. ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
  113. τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
  114. ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,
  115. ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
  116. συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
  117. τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει
  118. χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ
  119. Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.
  120. ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,
  121. αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.
  122. ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,
  123. τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ
  124. τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,
  125. ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν
  126. ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.
  127. ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
  128. παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·
  129. ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα
  130. σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι
  131. πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.
  132. τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.
  133. ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.
  134. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
  135. καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
  136. εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
  137. σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,
  138. ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
  139. αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς
  140. πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,
  141. ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.
  142. ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,
  143. καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
  144. οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·
  145. θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·
  146. Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,
  147. σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας
  148. τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν
  149. ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος
  150. κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν·
  151. αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι
  152. θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.
  153. ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν
  154. πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  155. ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,
  156. ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
  157. καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·
  158. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  159. Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,
  160. ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,
  161. οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
  162. ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
  163. εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
  164. οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
  165. σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·
  166. δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.
  167. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,
  168. χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
  169. ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,
  170. υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
  171. ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.
  172. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  173. καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
  174. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  175. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  176. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  177. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
  178. καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
  179. Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
  180. πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
  181. σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  182. ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
  183. νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
  184. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,
  185. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
  186. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες
  187. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  188. νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·
  189. ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
  190. ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν
  191. ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
  192. μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
  193. πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
  194. χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,
  195. μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,
  196. πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα
  197. πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι
  198. γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
  199. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,
  200. ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.
  201. αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς
  202. ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,
  203. δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.
  204. εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,
  205. οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,
  206. ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.
  207. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  208. Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε
  209. ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  210. οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.
  211. οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν
  212. ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.
  213. καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,
  214. ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
  215. ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·
  216. οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
  217. ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
  218. καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,
  219. ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ
  220. ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
  221. ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
  222. ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν,
  223. ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης
  224. καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν
  225. κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
  226. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
  227. πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
  228. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,
  229. οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
  230. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
  231. πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς
  232. ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.
  233. τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·
  234. ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα
  235. καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·
  236. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  237. ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
  238. τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;
  239. οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;
  240. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  241. ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι
  242. κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·
  243. τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
  244. Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·
  245. ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ
  246. ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ
  247. μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.
  248. ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων
  249. οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ
  250. Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
  251. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  252. αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης
  253. ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
  254. νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
  255. ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα
  256. ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
  257. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
  258. ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
  259. ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ
  260. δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·
  261. ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
  262. καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι
  263. Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.
  264. πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,
  265. σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,
  266. οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
  267. ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,
  268. ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα
  269. γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ
  270. δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ
  271. πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,
  272. ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,
  273. ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα
  274. εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.
  275. τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε
  276. νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ
  277. ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
  278. ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,
  279. πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·
  280. ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον
  281. ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,
  282. λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
  283. ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ
  284. ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο
  285. ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα
  286. ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.
  287. ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ
  288. εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.
  289. δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.
  290. ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς
  291. παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·
  292. τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,
  293. ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
  294. ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.
  295. ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον
  296. καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.
  297. ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.
  298. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  299. ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε
  300. παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν
  301. ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.
  302. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  303. ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·
  304. ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,
  305. ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,
  306. μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·
  307. δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.
  308. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  309. ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ
  310. μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.
  311. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  312. τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,
  313. παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
  314. αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,
  315. εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει
  316. Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.
  317. πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,
  318. αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
  319. λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι
  320. πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,
  321. εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,
  322. τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο
  323. λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν
  324. ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.
  325. καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν
  326. ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.
  327. εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται
  328. νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.
  329. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  330. εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  331. Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα
  332. Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
  333. ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.
  334. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  335. κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν
  336. δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
  337. πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας
  338. χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
  339. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·
  340. αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
  341. ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·
  342. ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.
  343. ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  344. ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
  345. τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·
  346. Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
  347. πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
  1. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  2. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
  3. ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
  4. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο
  5. Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.
  6. ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
  7. πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη
  8. εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
  9. νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
  10. καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·
  11. δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  12. εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
  13. ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα
  14. πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
  15. ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  16. καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
  17. ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες
  18. υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη
  19. θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις
  20. καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
  21. ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
  22. δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους
  23. πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.
  24. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  25. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
  26. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  27. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  28. ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,
  29. ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·
  30. πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
  31. ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.
  32. οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,
  33. ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
  34. ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
  35. πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα
  36. κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
  37. δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
  38. ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα
  39. ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.
  40. κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι
  41. σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
  42. ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,
  43. μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν
  44. Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν
  45. τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
  46. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο
  47. σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.
  48. κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
  49. βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.
  50. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  51. νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,
  52. ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
  53. ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,
  54. πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.
  55. ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα
  56. βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.
  57. πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
  58. ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.
  59. τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν,
  60. ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·
  61. τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.
  62. κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
  63. τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·
  64. ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.
  65. τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον
  66. μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·
  67. κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν
  68. αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
  69. κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,
  70. πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.
  71. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  72. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  73. μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
  74. οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
  75. νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,
  76. ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
  77. ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων
  78. χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.
  79. ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
  80. Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν
  81. χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
  82. Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
  83. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  84. πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
  85. κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·
  86. αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.
  87. ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
  88. δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
  89. καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·
  90. αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
  91. Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,
  92. ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
  93. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
  94. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν
  95. ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
  96. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  97. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  98. ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
  99. φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·
  100. νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
  101. πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  102. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  103. πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.
  104. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
  105. κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
  106. Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
  107. κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
  108. Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.
  109. βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,
  110. μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
  111. ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
  112. Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
  113. Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε
  114. Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·
  115. ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,
  116. Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  117. πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.
  118. ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
  119. Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
  120. οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
  121. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες
  122. καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·
  123. τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
  124. ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
  125. τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.
  126. οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
  127. τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
  128. ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·
  129. δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
  130. πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
  131. αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,
  132. τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·
  133. δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον
  134. οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
  135. μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
  136. αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης
  137. δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·
  138. οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
  139. ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
  140. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  141. Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
  142. αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
  143. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
  144. στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·
  145. δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
  146. εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·
  147. οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,
  148. ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
  149. ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.
  150. σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
  151. νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
  152. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  153. Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
  154. κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
  155. ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
  156. νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
  157. ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
  158. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·
  159. οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
  160. ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,
  161. ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
  162. ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
  163. φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
  164. κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.
  165. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  166. ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
  167. οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
  168. ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.
  169. ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
  170. ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν
  171. τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει
  172. αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
  173. ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
  174. ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
  175. ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
  176. ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως
  177. οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.
  178. ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
  179. εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,
  180. ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω
  181. ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
  182. νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
  183. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
  184. ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
  185. θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
  186. ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
  187. μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
  188. ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
  189. τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
  190. βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ
  191. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
  192. λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων
  193. ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη
  194. ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  195. καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
  196. ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
  197. ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·
  198. οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
  199. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  200. χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
  201. καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
  202. τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον
  203. ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
  204. τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
  205. δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
  206. ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
  207. πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
  208. ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
  209. ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
  210. ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
  211. δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.
  212. τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,
  213. ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
  214. πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·
  215. εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
  216. πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
  217. ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
  218. ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
  219. οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
  220. δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.
  221. τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
  222. ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
  223. ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
  224. οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,
  225. οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
  226. τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας
  227. ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
  228. ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
  229. δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
  230. οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
  231. Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
  232. κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
  233. ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
  234. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  235. Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
  236. ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις,
  237. ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
  238. χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
  239. νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
  240. ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·
  241. ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
  242. εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
  243. δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
  244. ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
  245. Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
  246. οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
  247. ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
  248. αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
  249. εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
  250. ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
  251. παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  252. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  253. ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
  254. Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
  255. οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
  256. ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
  257. οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
  258. αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
  259. δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
  260. λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.
  261. κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
  262. Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι
  263. πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
  264. πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
  265. μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.