Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,
  2. ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε
  3. δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν
  4. ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ
  5. μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·