Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.
  2. βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,
  3. ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε
  4. δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν
  5. ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ
  6. μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
  7. ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε