Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  2. ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
  3. ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·
  4. νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα
  5. καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
  6. ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
  7. ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.
  8. ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,
  9. ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ