Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
  2. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  3. ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
  4. ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·
  5. νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα
  6. καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
  7. ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
  8. ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.
  9. ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,
  10. ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ
  11. φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.
  12. βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,