Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
  • ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  • ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
  • ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·
  • νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα
  • καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
  • ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
  • ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.