Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·
  2. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
  3. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  4. ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
  5. ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·
  6. νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα
  7. καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
  8. ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
  9. ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.