Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς,
  2. ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·
  3. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
  4. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  5. ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
  6. ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·
  7. νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα
  8. καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
  9. ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
  10. ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.
  11. ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,