Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
  2. σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·
  3. ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ·
  4. αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς,
  5. ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·
  6. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
  7. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  8. ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
  9. ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·
  10. νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα
  11. καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
  12. ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
  13. ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.