Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην,
  2. ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
  3. σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·
  4. ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ·
  5. αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς,
  6. ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·
  7. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
  8. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  9. ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
  10. ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·
  11. νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα
  12. καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
  13. ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
  14. ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.
  15. ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,
  16. ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ