Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,
  2. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,
  3. ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην,
  4. ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
  5. σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·
  6. ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ·
  7. αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς,
  8. ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·
  9. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
  10. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  11. ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
  12. ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·
  13. νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα
  14. καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
  15. ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
  16. ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.
  17. ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,